Add parallel Print Page Options

32 ἡ οὖν [a]Μαριὰμ ὡς ἦλθεν ὅπου [b]ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ [c]πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν [d]μου ἀπέθανεν ὁ ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. 35 ἐδάκρυσεν ὁ Ἰησοῦς. 36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;

38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ. 39 λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ [e]τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. 40 λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς [f]ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; 41 ἦραν οὖν τὸν [g]λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω. 44 [h]ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει [i]αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτὸν καὶ ἄφετε [j]αὐτὸν ὑπάγειν.

45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν [k]Μαριὰμ καὶ θεασάμενοι [l][m]ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ [n]ἐποίησεν Ἰησοῦς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 Μαριὰμ WH Treg NIV ] Μαρία RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 ἦν WH Treg NIV ] + ὁ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 πρὸς WH Treg NIV ] εἰς RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 μου ἀπέθανεν WH Treg NIV ] ἀπέθανεν μου RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:39 τετελευτηκότος WH NIV ] τελευτηκότος Treg; τεθνηκότος RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:40 ὄψῃ WH Treg NIV ] ὄψει RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:41 λίθον WH Treg NIV ] + οὗ ἦν ὁ τεθνηκὼς κειμένος RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:44 ἐξῆλθεν WH Treg NIV ] Καὶ ἐξῆλθεν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:44 αὐτοῖς ὁ Ἰησοῦς Treg NIV RP ] ὁ Ἰησοῦς αὐτοῖς WH
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:44 αὐτὸν WH Treg NIV ] – RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 RP NIV ] ὃ WH Treg
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 ἐποίησεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:46 ἐποίησεν WH Treg NIV ] + ὁ RP